Add parallel Print Page Options

27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, [a]ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ [b]μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

13 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. [c]καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, [d]καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη [e]μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. [f]καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, [g]καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα [h]καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:28 ἔπειτα WH Treg NIV ] εἶτα RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:31 μείζονα WH Treg NIV ] κρείττονα RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν NIV RP ] κἂν WH Treg
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν RP ] κἂν WH Treg NIV
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA